Δώνος Προμηθευτική Άμεση εξυπηρέτηση

Άγιος Λουκάς ο Ευαγγελιστής – 18 Οκτωβρίου

Ἀπολυτίκιον 
Ἦχος γ’.
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον 
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀκέστωρ σοφώτατος, Ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος, τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ, λόγους, διὰ πνεύματος θείου, ἔδωκας ἐννοῆσαι, συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθήναι ἠμᾶς.

Ἕτερον Ἀπολυτίκιον
Λουκᾶν τὸν θεηγόρον καὶ τοῦ Παύλου συνέκδημον καὶ Εὐαγγελίου τοῦ τρίτου συγγραφέα θεόπνευστον, ἐν ὕμνοις τιμήσωμεν, πιστοί, ὡς ἄξιον ἐργάτην τοῦ Χριστοῦ. Τῷ φωτι γὰρ τοῦ Κυρίου καταυγασθεὶς μετέδωκε φῶς τῷ κόσμῳ. Γράψας τὰς θαυμαστὰς παραβολάς, σύστασιν ἐκκλησίας τε τῇ ἐπελεύσει τοῦ πνεύματος ἱστορησάμενος.

Ἕτερον Ἀπολυτίκιον
Ἤχος α΄.
(Υπό Μητροπολίτου Θηβών και Λεβαδείας κυρού Συνεσίου του Φιλιππίδου 1912 – 1944 μ.Χ.)
Τόῦ Σωτῆρος Καλλιτέχνήσας παραβολάς και τά θαύματα, καί τῶν Ἀποστόλων τάς Πράξεις κοσμήσας, τῆς Θεοτόκου τἠν εἰκόνα ἐζωγράφησας. Εἰς πόλιν δέ Θηβαίων κηρύξας τἠν άλἠθειαν͵ ἐν εκείνῃ ὑπὲρ ταύτης ἐμαρτύρησας, καί τήν ψυχήν τῷ Κυρίῳ παραδέδωκας. Διό πρέσβευε Χριστῷ τῷ Θεῷ ψυχῶν τέ καί σωμάτων ἰατρέ Λουκᾶ Εὐαγγελιστά Θεόπνευστε σωθῆναι τάς ψυχάς ἡμῶν.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Μαθητὴς γεvόμενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴv γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.

Ὁ Οἶκος
Ὡς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ τὰ πάθη τῆς ψυχῆς μου, καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δὸς μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων, ἀντὶ μύρων τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν· ὡς στήλη γὰρ ζωῆς ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν Ἀποστόλων πᾶσιν ἐκφώνει, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.

Διαβάστε ολόκληρο το άρθρο… enromiosini.gr


Δώνος Προμηθευτική Άμεση εξυπηρέτηση

Διαβάστε επίσης!

loading...

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

Αυτός ο ιστότοπος χρησιμοποιεί το Akismet για να μειώσει τα ανεπιθύμητα σχόλια. Μάθετε πώς υφίστανται επεξεργασία τα δεδομένα των σχολίων σας.